20.7οἱ δὲ ἀντιλέγειν μὲν οὐκ ἐτόλμων, παρεκάλουν δʼ ὅμως τόν τε Φᾶδον καὶ τὸν Λογγῖνον, ἀφίκετο γὰρ καὶ αὐτὸς εἰς τὰ Ἱεροσόλυμα πολλὴν ἐπαγόμενος δύναμιν φόβῳ τοῦ μὴ τὰ προστάγματα Φάδου τὸ πλῆθος τῶν Ἰουδαίων νεωτερίζειν ἀναγκάσῃ, πρῶτον μὲν αὐτοῖς ἐπιτρέψαι πρέσβεις ὡς Καίσαρα πέμψαι τοὺς αἰτησομένους παρʼ αὐτοῦ τὴν ἱερὰν στολὴν ὑπὸ τὴν αὐτῶν ἐξουσίαν ἔχειν, εἶτα δὲ περιμεῖναι μέχρις ἂν γνῶσιν, τί πρὸς ταῦτα Κλαύδιος ἀποκρίναιτο.
20.8οἱ δὲ ἐπιτρέψειν αὐτοῖς ἔφασαν ἀποστεῖλαι τοὺς πρέσβεις, εἰ λάβοιεν τοὺς παῖδας ὁμηρεύσοντας. ὑπακουσάντων δʼ ἑτοίμως ἐκείνων καὶ δόντων ἐξεπέμφθησαν οἱ πρέσβεις.
20.9παραγενομένων δὲ εἰς τὴν Ῥώμην αὐτῶν γνοὺς ὁ νεώτερος Ἀγρίππας ὁ τοῦ τετελευτηκότος παῖς, καθʼ ἣν ἥκουσιν αἰτίαν, ἐτύγχανεν δὲ ὢν παρὰ Κλαυδίῳ Καίσαρι, καθὼς καὶ πρότερον εἴπομεν, παρακαλεῖ τὸν Καίσαρα συγχωρῆσαι τοῖς Ἰουδαίοις ἅπερ ἠξίουν περὶ τῆς ἱερᾶς στολῆς καὶ Φάδῳ περὶ τούτων ἐπιστεῖλαι.
20.10
Καλέσας δὲ Κλαύδιος τοὺς πρέσβεις ἔφη ταῦτα συγχωρεῖν καὶ ἐκέλευεν αὐτοὺς Ἀγρίππᾳ χάριν εἰδέναι, ταῦτα γὰρ ἐκείνου ποιεῖν ἀξιώσαντος, ἐπί τε ταῖς ἀποκρίσεσιν τοιαύτην ἐπιστολὴν ἔδωκεν·
20.11“Κλαύδιος Καῖσαρ Γερμανικὸς δημαρχικῆς ἐξουσίας τὸ πέμπτον ὕπατος ἀποδεδειγμένος τὸ τέταρτον αὐτοκράτωρ τὸ δέκατον πατὴρ πατρίδος Ἱεροσολυμιτῶν ἄρχουσι βουλῇ δήμῳ Ἰουδαίων παντὶ ἔθνει χαίρειν.